Αρχαία Ελληνική Γλώσσα

ENOTHTA 1. Πατρική δικαιοσύνη


Ἀνὴρ γένει Μάρδος παῖδας εἶχεν ἑπτά.              
  Ένας άνδρας, Μάρδος στην καταγωγή, είχε επτά παιδιά.
Τούτων ὁ νεώτατος κακὰ πολλ τος ἄλλους εἰργάζετο.

 Καὶ τὰ μὲν πρῶτα ἐπειρᾶτο αὐτὸν ὁ πατὴρ ρυθμίζειν λόγῳ∙ 
ἐπε δὲ οὐκ ἐπείθετο πρὸς τοὺς δικαστάς ἤγαγε
 καὶ ὅσα αὐτῷ ἐτετόλμητο ἀκριβῶς κατηγόρησε, 
καὶ ᾔτει παρὰ τῶν δικαστῶν ἀποκτεῖναι τὸν νεανίσκον.
 Οἱ δὲ ἐξεπλάγησαν
 καὶ ἀμφοτέρους ἐπὶ τὸν βασιλέα Ἀρταξέρξην ἤγαγον. 
Τὰ αὐτὰ δὲ λέγοντος τοῦ Μάρδου, βασιλεὺς ἔφη: 
«εἶτα τολμήσεις τὸν υἱὸν ἀποθνῄσκοντα ὑπομεῖναι;»
. Ὁ δὲ ἔφη «πάντων μάλιστα·
 ἐπε καὶ ὅταν τῶν φυομένων θριδακινῶν τς ἐκφύσεις τς πικράς ἀφαιρῶ, οὐδὲν ἡ μήτηρ αὐτῶν λυπεῖται,
 ἀλλὰ θάλλει μᾶλλον καὶ γλυκίων γίνεται».
 Ταῦτα ἀκούσας Ἀρταξέρξης ἐπῄνεσε μὲν τὸν ἄνδρα
 καὶ τῶν βασιλικῶν δικαστῶν ἐποίησεν ἕνα, 
εἰπν ὅτι ὁ περὶ τῶν ἰδίων παίδων οὕτω δικαίως ἀποφαινόμενος πάντως καὶ ἐν τοῖς ἀλλοτρίοις ἀκριβὴς ἔσται δικαστὴς καὶ ἀδέκαστος,
 ἀφῆκε δὲ καὶ τὸν νεανίαν τῆς τιμωρίας, 
ἀπειλῶν αὐτῷ θανάτου, ἐὰν ἀδικῶν φωραθῇ ἕτερα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου